Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.246 Joseph. BJ 6.253 (English) >>Joseph. BJ 6.259

6.251λαμβάνουσι δʼ αἱ φλόγες ἐκ τῶν οἰκείων τὴν ἀρχὴν καὶ τὴν αἰτίαν· ὑποχωρήσαντος γὰρ τοῦ Τίτου πρὸς ὀλίγον λωφήσαντες οἱ στασιασταὶ πάλιν τοῖς Ῥωμαίοις ἐπιτίθενται, καὶ

-- --

τῶν τοῦ ναοῦ φρουρῶν γίνεται συμβολὴ πρὸς τοὺς σβεννύντας τὸ πῦρ τοῦ ἔνδοθεν ἱεροῦ, οἳ τρεψάμενοι τοὺς Ἰουδαίους μέχρι τοῦ ναοῦ παρηκολούθουν. 6.252ἔνθα δὴ τῶν στρατιωτῶν τις οὔτε παράγγελμα περιμείνας οὔτʼ ἐπὶ τηλικούτῳ δείσας ἐγχειρήματι, δαιμονίῳ ὁρμῇ τινι χρώμενος ἁρπάζει μὲν ἐκ τῆς φλεγομένηςφλογός, ἀνακουφισθεὶς δὲ ὑπὸ συστρατιώτου τὸ πῦρ ἐνίησι θυρίδι χρυσῇ, καθʼ ἣν εἰς τοὺς περὶ τὸν ναὸν οἴκους εἰσιτὸν ἦν ἐκ τοῦ βορείου κλίματος. 6.253αἰρομένης δὲ τῆς φλογὸς Ἰουδαίων μὲν ἐγείρεται κραυγὴ τοῦ πάθους ἀξία, καὶ πρὸς τὴν ἄμυναν συνέθεον, οὔτε τοῦ ζῆν ἔτι φειδὼ λαμβάνοντες οὔτε ταμιευόμενοι τὴν ἰσχύν, διʼ φυλακτικοὶ πρότερον ἦσαν οἰχομένου. 6.254

Δραμὼν δέ τις ἀγγέλλει Τίτῳ· κἀκεῖνος, ἔτυχεν δὲ κατὰ σκηνὴν ἀναπαυόμενος ἐκ τῆς μάχης, ὡς εἶχεν ἀναπηδήσας ἔθει πρὸς τὸν ναὸν εἴρξων τὸ πῦρ. 6.255κατόπιν δὲ οἵ τε ἡγεμόνες εἵποντο πάντες, καὶ πτοηθέντα τούτοις ἠκολούθει τὰ τάγματα· βοὴ δὲ ἦν καὶ θόρυβος ἅτε τηλικαύτης δυνάμεως ἀτάκτως κεκινημένης. 6.256 μὲν οὖν Καῖσαρ τῇ τε φωνῇ καὶ τῇ δεξιᾷ διεσήμαινε τοῖς μαχομένοις τὸ πῦρ σβεννύειν, οὔτε δὲ βοῶντος ἤκουον μείζονι κραυγῇ τὰς ἀκοὰς προκατειλημμένοι καὶ τοῖς νεύμασι τῆς χειρὸς οὐ προσεῖχον, οἱ μὲν τῷ πολεμεῖν, οἱ δὲ ὀργῇ περισπώμενοι.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.246 Joseph. BJ 6.253 (English) >>Joseph. BJ 6.259

Powered by PhiloLogic